Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.57 Joseph. AJ 10.62 (English) >>Joseph. AJ 10.67

10.60ἀκούσασα δʼ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα διʼ αὐτῶν ὧν ἐπέστειλεν βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατʼ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων· 10.61ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. διʼ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν. 10.62

Οἱ μὲν οὖν τῆς γυναικὸς προφητευσάσης ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. δὲ περιπέμψας πανταχοῦ τὸν λαὸν ἐκέλευε συνελθεῖν εἰς Ἱεροσόλυμα τούς θʼ ἱερεῖς καὶ τοὺς Λευίτας, πᾶσαν ἡλικίαν παρεῖναι προστάξας. 10.63ἀθροισθέντων δὲ αὐτῶν πρῶτον μὲν αὐτοῖς ἀνέγνω τὰς ἱερὰς βίβλους, ἔπειτα στὰς ἐπὶ τοῦ βήματος ἐν μέσῳ τῷ πλήθει ὅρκους ποιήσασθαι καὶ πίστεις ἠνάγκασεν, μὴν θρησκεύσειν τὸν θεὸν καὶ φυλάξειν τοὺς Μωυσέος νόμους. 10.64οἱ δὲ προθύμως τʼ ἐπῄνεσαν καὶ τὰ παραινεθέντα ὑπὸ τοῦ βασιλέως ποιήσειν ὑπέστησαν θύοντές τε παραχρῆμα καὶ καλλιεροῦντες ἤδη τὸν θεὸν ἱκέτευον εὐμενῆ καὶ ἵλεων αὐτοῖς ὑπάρχειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.57 Joseph. AJ 10.62 (English) >>Joseph. AJ 10.67

Powered by PhiloLogic